Theodora Palaiologina resorts to the Patriarch to prevent Michael VIII from divorcing
Ταῦτα δὲ τοῦ βασιλέως βουλευομένου καὶ σοφιστικῶς λέγοντος –ἔπειθε γὰρ ὁ ἐκκαίων ἔρως, καὶ μάλλον παρὰ τῆς δεσποίνης Ἄννης περιφρονούμενος–, ἡ βασιλὶς Θεοδώρα πυθομένη χαλεπῶς εἶχεν ἐνέγκαι, εἰ, δέσποινα ἐστεμμένη οὖσα καὶ γνησία γυνή... τοιαῦτα πάθοι ἀπολειφθεῖσα, στερηθεῖσα μὲν τοῦ ἀνδρός, στερηθεῖσα δὲ καὶ τῆς βασιλείας καὶ πάσης ἀπερριμένη τιμῆς, τὴν δ’ ἀντίζηλον ἐπὶ τοῦ θρόνου τῆς βασιλείας ὁρῶσα συμβασιλεύουσαν τῷ ἀνδρί. Ὅθεν καὶ πρὸς τὸν πατριάρχην πέμψασα ἱκετεύει τοιαύτην συμφορὰν ἀμῦναι ταύτῃ καὶ νόμων θείων ὑπερμαχεῖν ἀξιοῖ· ὃς δὴ μαθὼν καὶ ἀγάμενος, εἰ τοιούτοις ἐπιχειροίη ὁ βασιλεὺς καὶ ἀνέδην τῶν ἀθίκτων ἅπτεται, ὡς καὶ τοὺς κειμένους νόμους ἐθέλειν καταπατεῖν, αὐτὸς τοιοῦτος μὴ νομιζόμενος πρότερον, δεινὰ ἐποίει καὶ διεμήνυε, τὸ μὲν ὀνειδίζων, τὸ δ' ἐπισείων ἐκείνῳ καὶ τὴν ἐκ Θεοῦ ἀγανάκτησιν.
Failler, A. (ed.), Georges Pachymérès relations historiques, Ι (Paris 1984), p. 247.
Michael VIII reduces the sentence of John Strategopoulos after the intervention of Theodora
... προθέμενος ἐκτυφλοῦν ἐκείνον, ταῖς τῆς δεσποίνης δυσωπίαις –ἦν γὰρ αὐτανεψία ἐκείνου– καὶ παρὰ γνώμην ἀνεχετίζετο, ἐκείνῳ μὲν καὶ ἔτι τὴν ποινὴν ἀνήρτα...
Failler, A. (ed.), Georges Pachymérès relations historiques, ΙΙ (Paris 1984), p. 617.
Theodora Palaiologina intercedes to reduce the sentence of Kaloeidas
Τεκμηριοῖ δὲ καὶ τὸ περὶ τὸν Καλοειδᾶν γεγονὸς... ὅν, ἐπεὶ μόνον ἔχων τοιοῦτον ἑάλω, οὔτε τὸ εὐλαβὲς ἔσῳζεν... τῶν ὀμμάτων στερεῖν κελεύων, μόλις τὰ τῆς κολάσεως εἰς τὸ ανεκτότερον περιίστα διὰ τὴν τῆς δεσποίνης συχνὴ ἱκετείαν.
Failler, A. (ed.), Georges Pachymérès relations historiques, ΙΙ (Paris 1984), p. 621.