Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Artabasdos (Byzantium)

Συγγραφή : Venetis Evangelos (31/7/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Venetis Evangelos, "Artabasdos (Byzantium)",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7530>

Αρτάβασδος (Βυζάντιο) (6/5/2009 v.1) Artabasdos (Byzantium) (15/6/2009 v.1) 

Παραθέματα

 

Chronographer Theophanes refers to the cooperation of Artabasdos with Leo the Isaurian:

Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧ καὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πεποίηκεν.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 386.15-19.

Artabasdos marries with the daughter of Leo III and receives the title of kouropalates:

τοῦ δὲ Θεοδοσίου βασιλεύσαντος, καὶ τοῦ Ἀρτεμίου ἐκδιωχθέντος, καὶ τῆς τῶν ῾Ρωμαίων πολιτείας συγκεχυμένης οὔσης ἔκ τε βαρβάρων ἐπιδρομῆς καὶ ἐκ τῶν τοῦ Ἰουστινιανοῦ μιαιφονιῶν καὶ τῶν τοῦ Φιλιππικοῦ ἀνοσιουργιῶν, οὗτος ὁ εἰρημένος Λέων ὑπερεμάχει τῷ Ἀρτεμίῳ, ἐναντιούμενος Θεοδοσίῳ. εἶχε δὲ συμφωνοῦντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον, τὸν τῶν Ἀρμενιάκων στρατηγόν, ὃν καὶ γαμβρὸν μετὰ τὸ βασιλεῦσαι αὐτὸν εἰς Ἄνναν τὴν θυγατέρα αὐτοῦ πεποίηκεν, προβαλλόμενος αὐτὸν καὶ κουροπαλάτην.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 395.4-12.

The rebellion of Artabasdos in the chronographical work of Theophanes:

Τούτῳ τῷ ἔτει ὁ διώκτης τῶν πατροπαραδότων θεσμῶν Κωνσταντῖνος ἐβασίλευσε θείοις κρίμασι καὶ πλήθει πταισμάτων ἡμῶν. τῷ οὖν Ἰουνίῳ μηνὶ κζ’ τῆς ἐπέκεινα ι’ ἰνδικτιῶνος ἐξελθὼν ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου κατὰ τῶν Ἀράβων ἦλθεν ἐν τῇ λεγομένῃ Κρασῷ. τοῦ δὲ λεχθέντος Ἀρταυάσδου ἐν τῷ Δορυλαίῳ μετὰ τοῦ Ὀψικίου λαοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλοις. ἀποστείλας δὲ Κωνσταντῖνος πρὸς αὐτὸν ᾐτεῖτο τοὺς υἱοὺς αὐτοῦ πεμφθῆναι αὐτῷ, ὡς ἅτε ἀνεψιοὺς αὐτοῦ ποθῶν ἰδεῖν αὐτούς. σκοπὸς δὲ ἦν αὐτῷ κατασχεῖν αὐτοὺς καὶ φρουρῆσαι. ὁ δὲ τὸν δόλον νοήσας καὶ ἀπογνοὺς ἑαυτοῦ γινώσκων τε τὴν ἄμετρον πονηρίαν αὐτοῦ διαλαλήσας τε τῷ λαῷ καὶ πείσας ὥρμησε κατ’ αὐτοῦ σὺν παντὶ τῷ πλήθει, καὶ τὸν μὲν πατρίκιον Βησὴρ τὸν σαρακηνόφρονα προϋπαντήσαντα ῥομφαίᾳ ἀνεῖλεν· ὁ δὲ Κωνσταντῖνος παρίππιν εὑρὼν ἐστρωμένον καὶ ἐπιβὰς αὐτοῦ ἔφυγεν εἰς τὸ Ἀμῶριν, καὶ προσδραμὼν τῷ θέματι τῶν ἀνατολικῶν στρατηγουμένῳ τότε ὑπὸ τοῦ Λαγκίνου περισώζεται ὑπ’ αὐτῶν, δεξιοῦταί τε τούτους μεγάλαις ὑποσχέσεσιν· καὶ πρὸς Σισιννάκιον ἀποστέλλει εὐθὺς στρατηγὸν ὄντα τὸ τηνικαῦτα τοῦ θέματος τῶν Θρᾳκησίων, καὶ πείθει αὐτοὺς συμμαχήσειν αὐτῷ. ἐντεῦθεν οὖν μάχαι δεινόταται καὶ ἀνθοπλισμοὶ γίνονται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. Ἀρτάυασδος δὲ γράφει πρὸς Θεοφάνην τὸν πατρίκιον καὶ μάγιστρον ἐκ προσώπου ὄντα ἐν τῇ πόλει διὰ Ἀθανασίου σιλεντιαρίου τὰ πραχθέντα. ὁ δὲ προσκείμενος τῷ Ἀρταυάσδῳ, σωρεύσας τὸν λαὸν ἐν τοῖς κατηχουμενίοις τῆς μεγάλης ἐκκλησίας, καὶ διὰ τῶν γραμμάτων καὶ τοῦ λεχθέντος Ἀθανασίου πείθει πάντας, ὡς ὁ βασιλεὺς τέθνηκεν, Ἀρτάυασδος δὲ ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς. τότε πᾶς ὁ λαὸς σὺν Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ ἀναθέματι καὶ ἀνασκαφῇ ἔβαλον αὐτὸν ὡς ἀλάστορα καὶ ἀντίθεον, καὶ ἀστείως τὴν αὐτοῦ ἐδέξαντο σφαγὴν ὡς μεγίστου κακοῦ λυτρωθέντες, Ἀρτάυασδον δὲ ἀνεκήρυττον βασιλέα ὡς ὀρθόδοξον καὶ θείων δογμάτων ὑπέρμαχον. εὐθέως οὖν ἀποστέλλει ὁ Μονώτης ἐν τοῖς Θρᾳκῴοις μέρεσι πρὸς Νικηφόρον, τὸν ἴδιον υἱόν, στρατηγοῦντα τῆς Θρᾴκης, τοῦ συνελάσαι τὸ ἐκεῖσε στρατόπεδον πρὸς φυλακὴν τῆς πόλεως. κλείσας οὖν τὰς τῶν τειχέων πύλας καὶ βίγλας θέμενος τοὺς φίλους τε Κωνσταντίνου χειρωσάμενος, τύψας καὶ κουρεύσας εἰς φυλακὰς ἀπέθετο. τοῦ δὲ Ἀρταυάσδου μετὰ τοῦ Ὀψικίου λαοῦ ἐν τῇ πόλει εἰσελθόντος, κατέλαβε καὶ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ τῶν δύο θεμάτων, Θρᾳκησίων τε, φημί, καὶ ἀνατολικῶν, καὶ μηδὲν ἰσχύσας ὑπέστρεψε καὶ ἐχείμασεν εἰς τὸ Ἀμῶριν. ὁ δὲ Ἀρτάυασδος κατὰ πᾶσαν τὴν πόλιν τὰς ἱερὰς εἰκόνας ἀνεστήλωσεν.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 414.16-415.22.

Theophanes refers to the sons and cousin of Artabasdos:

Ὁ δὲ Ἀρτάυασδος Νικήταν, τὸν υἱὸν αὐτοῦ, μονοστράτηγον προβαλόμενος εἰς τὸ τῶν Ἀρμενιάκων θέμα ἐξέπεμψεν, ὁμοίως δὲ Νικηφόρον, τὸν υἱὸν αὐτοῦ, ἔστεψε διὰ Ἀναστασίου τοῦ πατριάρχου. τῷ δ’ αὐτῷ ἔτει μηνὶ Μαΐῳ Ἀρτάυασδος ἐπὶ τὰ μέρη τοῦ Ὀψικίου ἐξελθών, τὴν Ἀσίαν στρατολογήσας κατέλαβεν, ἐκπορθῶν αὐτήν. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ’ αὐτοῦ. καταλαβὼν δὲ αὐτὸν εἰς τὰ μέρη Σάρδεων ἀπὸ τοῦ Κελβιανοῦ ἀνερχόμενον καὶ συμβαλὼν μετ’ αὐτοῦ πόλεμον τρέπει αὐτὸν καὶ καταδιώκει μέχρι Κυζίκου. ὁ δὲ τὴν Κύζικον καταλαβὼν καὶ εἰς δρόμωνα εἰσελθὼν διασώζεται ἐν τῇ πόλει. μηνὶ δὲ Αὐγούστῳ τῆς αὐτῆς ι’ ἰνδικτιῶνος Νικήτας ὁ μονοστράτηγος, υἱὸς Ἀρταυάσδου, συμβαλὼν Κωνσταντίνῳ εἰς πόλεμον πρὸς τῇ Μοδρινῇ φεύγει τραπείς, καὶ τὸν μὲν πατρίκιον Τηριδάτην τὸν Ἀρμένιον, στρατιώτην γενναῖον ὑπάρχοντα καὶ ἐξάδελφον Ἀρταυάσδου, σὺν ἄλλοις ἐπιλέκτοις ἄρχουσι ἀνεῖλον, ἑκατέρων δὲ τῶν μερῶν πτῶσις οὐ μικρὰ γέγονεν, Ἀρμενίων τε καὶ Ἀρμενιάκων μαχησαμένων πρὸς ἀνατολικοὺς καὶ Θρᾳκησίους, τοὺς ὑπερμάχους Κωνσταντίνου.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 417.23-418.7.

Theophanes describes the fall of Artabasdos:

τῇ δὲ β’ τοῦ Νοεμβρίου μηνὸς ἄφνω παραταξάμενος τῇ δείλῃ διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβεν. ὁ δὲ Ἀρτάυασδος ἅμα τῷ πατρικίῳ Βακταγγίῳ εἰς χελάνδιν εἰσελθὼν πρὸς τὸ παρὸν ἐξῆλθεν εἰς τὸ Ὀψίκιν, καὶ ἀπελθὼν εἰς τὸ κάστρον Πουζάνης ἑαυτὸν ἐνέκλεισεν. οὓς χειρωσάμενος ὁ βασιλεὺς τὸν μὲν Ἀρτάυασδον σὺν τοῖς δυσὶν υἱοῖς ἐτύφλωσεν, τὸν δὲ Βακτάγγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε καὶ τὴν τούτου κεφαλὴν ἐν τῷ Μιλίῳ ἐκρέμασεν ἐπὶ ἡμέρας τρεῖς.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 420.10-18.

Patriarch Nikephoros describes the rebellion of Artabasdos:


Λέων δὲ <μετὰ> τέσσαρα καὶ εἴκοσι ἔτη τῆς βασιλείας μεταλλάττει τὸν βίον ὑδέρῳ χαλεπῷ περιπεσών, διάδοχον δὲ τῆς ἀρχῆς τὸν υἱὸν Κωνσταντῖνον καταλιμπάνει. Ἀρτάβαζος δέ, ὃς γαμβρὸς Κωνσταντίνου ἐπ’ ἀδελφῇ ὑπῆρχεν, ἅμα τῷ περιόντι λαῷ (στρατηγὸς δὲ τοῦ Ὀψικίου λαοῦ ἐτύγχανε) καὶ τοῖς δυσὶν υἱέσιν, ὧν ὁ μὲν ἕτερος Νικήτας θάτερος δὲ Νικηφόρος ἐκέκλητο, κατὰ τὸ λεγόμενον τοῦ Δορυλαίου πεδίον ηὐλίζετο. καὶ δὴ τυραννίδα εὐθὺς κατ’ αὐτοῦ μελετᾷ, τὸν τοῦ πενθεροῦ θάνατον πυθόμενος· καὶ ὅρκοις τὸν ὑπὸ χεῖρα κατεδέσμει λαὸν αὐτῷ μὲν εὔνουν ἔσεσθαι, ἕτερον δὲ εἰς βασιλέα μὴ δέχεσθαι. Κωνσταντῖνος δὲ τῆς βασιλείας κρατήσας ἀπόμοιράν τινα στρατοῦ ἐπιλεξάμενος τῆς πόλεως ἔξεισι καὶ τὸ πεδίον ὃ Κρασὸς προσαγορεύεται καταλαμβάνει καὶ Ἀρταβάζῳ ἐσήμαινεν ἥκειν πρὸς αὐτόν, ὡς ἂν ἅμα τῶν πολεμίων χάριν βουλεύσοιντο. ὁ δὲ ἤδη ὥρμα, οὐ βουλῆς ἕνεκεν, ἀλλὰ τῆς βασιλείας αὐτὸν καθαιρήσων. Κωνσταντῖνος δὲ τὰ τῆς τυραννίδος πυθόμενος, καὶ Βίσηρον τὴν ἀξίαν πατρίκιον προϋπαντήσαντα καὶ τῷ ξίφει τῶν ἀντιπάλων πεσόντα αἰσθόμενος, καὶ ὡς τὸ βασιλικὸν ἐσκευαγώγουν στρατόπεδον εἰσιδών, αὐτὸς πρὸς τῇ χώρᾳ τῶν Ἀνατολικῶν καλουμένῃ φυγὰς ἐνθένδε ἀπιὼν τὴν σωτηρίαν τὴν ἑαυτοῦ περιεποιήσατο. καὶ αὐτοὶ εὐνοϊκῶς ὑποδεξάμενοι ἐνωμότους αὐτῷ συνθήκας δεδώκεσαν ὡς μέχρις αἵματος ὑπὲρ αὐτοῦ ἀνελέσθαι τὸν κίνδυνον, καὶ Ἀρτάβαζον αἰσχρῶς δυσφημοῦντες καθύβριζον. μεταστέλλονται γοῦν καὶ Σισίννιον τὸν πατρίκιον καὶ σύμφωνα καθίστων ἅμα τῷ ὑπ’ αὐτὸν στρατηγουμένῳ τῶν Θρᾳκησίων λεγομένῳ λαῷ, καὶ ἅπαντες κατὰ Ἀρταβάζου ὁμῶς ἐχώρουν. Θεοφάνης δέ, ὃν Μονώτιον ἐκάλουν, τὴν τοῦ μαγίστρου ἀξίαν διέπων καὶ τὴν βασιλέως χρείαν εἰς Βυζάντιον ἀποπληρῶν, Ἀρταβάζῳ προσέθετο καὶ βασιλέα ἀνεκήρυττε, καὶ Βυζαντίους ἀνέπειθεν ὡς Κωνσταντῖνος τεθνήκει. τὸν δὲ υἱὸν Νικηφόρον τοὔνομα κατὰ τὴν Θρᾴκην τότε στρατηγοῦντα μεταπέμπεται καὶ σὺν τῷ περὶ αὐτὸν στρατῷ πρὸς φυλακὴν τῆς πόλεως ἐγκαθίστησι. τῶν βασιλικῶν δὲ ὑπηρετῶν οὓς μὲν ἀπετύφλου οὓς δὲ καὶ ἑτέρως κατῄκιζε. καὶ Ἀρτάβαζος εὐθὺς τῷ συνόντι ἅμα λαῷ τῇ πόλει ἐφίσταται καὶ αὐτίκα τῶν ἁγίων ἀνίστη τὰ ἱερὰ ἀπεικονίσματα.

Νικηφόρος Πατριάρχης, Ιστορία Σύντομος, Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), 64.1-38.

Defeat of Artabasdos' army in the battle of Sardis:

Τῷ δὲ ἑξῆς ἐπιγενομένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει, τὸν δ’ αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρατεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία ἐσιαίνετο πικρῶς. καθ’ ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αυτῷ συμμίξας κραταιῶς ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦσαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς [πρὸς] τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας ἐπὶ τὸ Βυζάντιον ᾤχετο.

Νικηφόρος Πατριάρχης, Ιστορία Σύντομος, Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), 65.1-10.

The fall of Artabasdos, as being described in the historical work of Patriarch Nikephoros:

Ἀρτάβαζος δὲ ἀποδρὰς πρὸς τὴν ἐν Βιθυνίᾳ Νίκαιαν πόλιν διασώζεται, καὶ τοὺς ἐν αὐτῇ ἀνέπειθεν ὡς ἥκοι στρατολογήσων καὶ δύναμίν τινα ἐκεῖ περιβαλλόμενος. ἐξ ὧν ὁλίγους στρατιώτας προσλαβὼν ἐπὶ τὸ φρούριον τὸ λεγόμενον Πουζάνης ἀπιὼν ἐγκατακλείεται. Κωνσταντῖνος δὲ ἀπόμοιραν εἰς δίωξιν αὐτοῦ ἐκπέμψας αὐτόν τε χειροῦται, καὶ σὺν τοῖς υἱέσιν αὐτοῦ δεσμώτας ἐπὶ ἀγῶνος ἱππικοῦ ἕλκων θριαμβεύει ἐκεῖθέν τε ἐν εἱρκτῇ τηρεῖσθαι ἀσφαλῶς παραδέδωκεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Σισίννιος ὁ πατρίκιος τυραννίδα ἐφωράθη κατὰ Κωνσταντίνου μελετήσας, ἐφ’ ᾗ διαγνωσθεὶς τοὺς ὀφθαλμοὺς ἐκκόπτεται. μετὰ ταῦτα δὲ καὶ Ἀρτάβαζος καὶ οἱ αὐτοῦ υἱοὶ τῇ αὐτῇ τιμωρίᾳ ᾐκίσθησαν, πλείσταις δὲ πληγαῖς καὶ τιμωρίαις καὶ οἱ συγγνῶντες αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ὑποβληθέντες ὑπερωρίαις κατεδικάσθησαν.

Νικηφόρος Πατριάρχης, Ιστορία Σύντομος, Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), 66.16-29.

A subsequent hagiographical text refers to the last years of Artabasdos:

ταύτην τοίνυν τὴν μονὴν εὐθηνουμένην πάνυ ἔν τε χρήμασι καὶ κτήμασι και ἀναλώμασιν ὁ ἀσεβὴς καὶ μετὰ τὸν διώκτην διώκτης ὁ τῆς ἁλουργίδος ἀνάξιος, Κωνσταντῖνος ὁ Κοπρώνυμος, διὰ τὸ ἐν αὐτῇ κατοικεῖν ὀρθοδόξους καὶ ἁγίους πατέρας, οὐ μὴν ἀλλὰ καὶ διὰ τὸν ἐν ἁγίοις καὶ μέγαν πατριάρχην Γερμανόν (ὁ γὰρ τούτου θηριώνυμος καὶ πρῶτος αἰρεσιάρχης πατὴρ διὰ τὸ ὑπ’ αὐτοῦ τοῦ θεσπεσίου πατρὸς Γερμανοῦ ἀναθέματι αἰωνίῳ παραδοθῆναι ὡς εἰκονοκαύστου καὶ ἰουδαιόφρονος, καὶ ὑπ’ αὐτοῦ ἐξορίστου γεγονότος ἐν ταύτῃ τῇ προλεχθείσῃ λαμπρᾷ καὶ ὀρθοδόξῳ μονῇ) ἐγύμνωσέ τε καὶ ἐξηφάνισε καὶ μικροῦ δεῖν κατηδάφισεν. ἐκτυφλώσας γὰρ τὸν τῆς αὐτοῦ ἀδελφῆς Ἄννης σύζυγον, τὸν ὀρθοδοξότατον ἄνακτα Ἀρτάβασδον τοὔνομα, ἐν ὑπερορίᾳ κατεδίκασεν ἐν τῇ προλεχθείσῃ μονῇ σὺν τῇ αὐτοῦ συζύγῳ καὶ τοῖς αὐτοῦ ἐννέα παισί, καταγώγιον κοσμικῶν ἀπεργασάμενος καὶ παντελῶς γυμνώσας αὐτὴν ἐκ τῆς τῶν μοναχῶν συναυλίας. εἰς ἣν μονὴν κατάκεινται τὰ αὐτῶν ὀρθόδοξα λείψανα.

Βίος Μιχαήλ Συγκέλλου
, Cunningham, M. (ed.), Life of Michael Synkellos (Belfast Byzantine Texts and Translations 1, Belfast 1991), 108.

Inscription on a tower of Nicaea's city walls, which refers to Artabasdos:

+ ἔνθα θεεικῇ βοηθείᾳ τὸ τῶν ἐχθρῶν καταισχύνθη θράσος,
ἐκεῖ οἱ φιλόχριστοι ἡμῶν βασιλεῖς Λέων κ(αὶ) Κωνσταντῖνος ἀνε-
καίνισαν πόθῳ τὴν πόλιν Νήκαιαν ἀνεγίρανταις διὰ τῆς τοῦ ἔργου
ἐπιδείξεως νηκητικὸν ἀναστήσανταις πύργον κεντινάριο(ν)
ὧν καί μόχθῳ ἐπληρο[φόρη]σεν Ἀρταύασδος πανεύφ(ημος) πατρίκ(ιος) κοροπαλάτ(ης).

Schneider, A.M. – Karnapp, W., Die Stadtmauer von Iznik (Nicaea) (Berlin 1938), p. 49.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>