Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Basil Grand Komnenos

Συγγραφή : Vougiouklaki Penelope (17/10/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Vougiouklaki Penelope, "Basil Grand Komnenos",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7377>

Βασίλειος Μέγας Κομνηνός (27/5/2008 v.1) Basil Grand Komnenos (11/7/2008 v.1) 

Παραθέματα

 
Nikephoros Gregoras' account of Basil Grand Komnenos

ηʹ. Ἐν τούτῳ τῷ ἔαρι καὶ Βασίλειος, ὁ τῆς Τραπεζοῦντος τὴν ἐξουσίαν διεζωσμένος, νόσῳ βραχείᾳ τὸν βίον ἀπέλιπεν. οἶμαι δέ τις θεομηνία τοῦ βίου τοῦτον ἐξαίφνης ἐξήγαγεν. Εἰρήνῃ γὰρ τῇ τοῦ βασιλέως θυγατρὶ συνοικήσας ἐπὶ σμικρὸν νομίμως ὁμοῦ καὶ δικαίως, μετά γε τῆς ἀνηκούσης ὁμοφροσύνης καὶ σωφροσύνης, εἶτα τοὺς γαμικοὺς μετενήνοχεν ἔρωτας εἰς ἑταιρίδα τινὰ, καλουμένην καὶ ταύτην Εἰρήνην. καὶ ταύτῃ λοιπὸν ἀθέσμως μιγνύμενος εἰς μῖσος ἐτράπετο τῆς νομίμου. τοῦ δὲ χρόνου προβαίνοντος ὁρῶν οὐκ ἀνεχομένην τὴν βασιλίδα τὸ τοῦ πράγματος ἄτοπον, ἀλλ’ ἐπιβοωμένην οὐρανόν τε καὶ γῆν καὶ πᾶσιν ἐξαγγέλλουσαν τὸ τῆς καρδίας πῦρ, ἐξήλασε καὶ τῆς αὐθεντικῆς οἰκίας αὐτήν. τάχα δ’ ἂν καὶ θάνατον ἐπήνεγκεν αὐτῇ βίαιον, εἰ μὴ ἐδεδίει τὸν δῆμον, σφοδρῶς κατ’ αὐτοῦ δι’ αὐτό γε τουτὶ θορυβούμενόν τε καὶ στασιάζοντα. ἐν μέντοι ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ τοῖς πομπικοῖς θεάτροις τῶν πανηγυρικῶν ἑορτῶν Βασιλείου καὶ Εἰρήνης ἡ μνήμη τὴν εὐφημίαν ἐκρότει· κἀντεῦθεν ἐπλήρου τήν τε ἐρωτικὴν ἔφεσιν ὁ Βασίλειος ἑαυτοῦ, καὶ ἅμα τὴν τοῦ δήμου ζήτησιν, προσποιούμενος τὸ λανθάνειν διὰ τῆς ὁμωνυμίας· ὡς καὶ ὑποψίαν διὰ ταῦτα γενέσθαι, λαθραίαις ἐπιβουλαῖς τῆς βασιλίδος Εἰρήνης συμβῆναι τῷ Βασιλείῳ τὸν θάνατον. τελευτήσαντος δ’ ὅμως εἴθ’ οὕτως εἴτ’ ἐκείνως αὐτοῦ, εἰσῆλθε μὲν ἡ νόμιμος ἐκείνη σύζυγος Εἰρήνη μετὰ πάσης τῆς βασιλικῆς ἐξουσίας εἰς τὰ βασίλεια· ἐξήλασε δ’ ἐκεῖθεν εὐθὺς τὴν ὁμώνυμον μὲν, ἀλλοτριότροπον δὲ καὶ παράνομον Βασιλείου σύζυγον· καὶ μέντοι καὶ κοινῇ ψήφῳ τῶν Τραπεζουντίων ἐξόριστον πέμπει πρὸς τὸ Βυζάντιον ἅμα τοῖς τέκνοις.

Nicephori Gregorae, Byzantina Historia 1, ed. Bekker, I. – Schopen, L. (CSHB Bonn 1829), pp. 548-550.

Basil Grand Komnenos' reign according to Panaretos' chronicle

Κατὰ δὲ τὸν Σεπτέμβριον μῆνα κβʹ, ἡμέρᾳ γʹ, ἰνδικτιῶνος αʹ, ἔτους ͵ςωμαʹ, ἦλθεν ὁ μέγας Κομνηνὸς κῦρ Βασίλειος ἐκ τῆς Κωνσταντινουπόλεως, υἱὸς μὲν τοῦ μεγάλου Κομνηνοῦ τοῦ κυροῦ Ἀλεξίου, ἀδελφὸς δὲ δεύτερος κῦρ Ἀνδρονίκου, καὶ παρέλαβε τὸ βασίλειον· ὅτε καὶ τὸν μέγαν δοῦκαν, Λέκην τὸν Τζατζιντζαῖον, καὶ τὸν υἱὸν αὐτοῦ, τὸν μέγαν δομέστικον τὸν Τζάμπαν, τοῦ ζῆν ἀπεστέρησε, τὸν δὲ ἀνεψιὸν αὐτοῦ κῦρ Μανουὴλ ἐπεριώρισε, τὴν δὲ μεγάλην δούκαιναν τὴν Συρίκαιναν ἐλίθασαν. Ἐν δὲ τῷ Φεβρουαρίῳ μηνὶ καʹ, ἡμέρᾳ αʹ τῆς Ὀρθοδοξίας, τῷ αὐτῷ ͵ςωμαʹ ἔτει, ἰνδικτιῶνος αʹ, ταραχθεὶς ὁ ἐκτομίας μέγας δοὺξ Ἰωάννης, ἐσφάγη ὁ κῦρ Μανουὴλ μαχαίρᾳ.
Μηνὶ Σεπτεμβρίῳ ιβʹ, ἡμέρᾳ γʹ, ἰνδικτιῶνος δʹ, ἔτους ͵ςωμδʹ, ἦλθεν ἡ δέσποινα κυρὰ Εἰρήνη ἡ Παλαιολογίνα, ἡ θυγάτηρ κῦρ Ἀνδρονίκου τοῦ Παλαιολόγου, καὶ εἰς τὰ ιζʹ τοῦ αὐτοῦ μηνός, ἡμέρᾳ αʹ, εὐλογήθη τὸν βασιλέα κῦρ Βασίλειον.
Κατὰ δὲ τὴν εʹ τοῦ Ἰουλίου μηνός, ἔτους ͵ςωμδʹ, ἦλθεν ὁ Σιχασάνης, ὁ υἱὸς τοῦ Ταμαρτάση, εἰς τὴν Τραπεζοῦντα, καὶ γέγονε πόλεμος εἰς τὸν Ἀχάντακαν τοῦ ἁγίου Κηρύκου καὶ εἰς τὸν Μινθρίον· καὶ θεοῦ εὐδοκοῦντος ἐτράπη ὑποβρύχιος καὶ ἔφυγεν, ὅτε ἐσκοτώθη ὁ Αὐτουραΐμης, ὁ υἱὸς τοῦ Ρουστάμη.
Μηνὶ Μαρτίῳ γʹ, ἡμέρᾳ βʹ τῆς ἀρχινηστίμου τῆς ἁγίας μʹ, ἐγένετο ἔκλειψις τοῦ ἡλίου ἀπὸ ὥρας δʹ ἕως ὥρας ζʹ καὶ ἐταράχθη τὸ κοινὸν κατὰ τοῦ βασιλέως, ὥστε καὶ ἔξωθεν τοῦ κουλᾶ συναχθέντες λίθους ἔσυραν εἰς αὐτόν, ἔτους ͵ςωμεʹ.
Μηνὶ Ὀκτωβρίῳ εʹ, ἰνδικτιῶνος ζʹ, ἔτους ͵ςωμζʹ, ἐγεννήθη ὁ Κομνηνὸς κῦρ Ἰωάννης, ὁ ἐπονομασθεὶς Ἀλέξιος, ὁ υἱὸς τοῦ κῦρ Βασιλείου ὁ δεύτερος.
Εὐλογήθη ὁ βασιλεὺς ὁ κῦρ Βασίλειος τὴν ἐκ Τραπεζοῦντος δέσποιναν κυρὰν Εἰρήνην μηνὶ Ἰουλίῳ ηʹ, ἔτους ͵ςωμζʹ.
Ἐκοιμήθη ὁ βασιλεὺς κῦρ Βασίλειος ὁ μέγας Κομνηνὸς μηνὶ Ἀπριλίῳ εἰς τὰ ςʹ, ἡμέρᾳ εʹ, ἰνδικτιῶνος ηʹ, ἔτους ͵ςωμηʹ.

Λαμψίδης, Ο. (ed.), «Μιχαήλ του Παναρέτου περί των Μεγάλων Κομνηνών», Aρχείον Πόντου 22 (1958), pp. 64-65.
 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>