Ο χρονογράφος Θεοφάνης περιγράφει τη μάχη των Σάρδεων
τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ Ἀρταύασδος ἐπὶ τὰ μέρη τοῦ Ὀψικίου ἐξελθών, τὴν Ἀσίαν στρατολογήσας κατέλαβεν, ἐκπορθῶν αὐτήν. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ' αὐτοῦ. καταλαβὼν δὲ αὐτὸν εἰς τὰ μέρη Σάρδεων ἀπὸ τοῦ Κελβιανοῦ ἀνερχόμενον καὶ συμβαλὼν μετ' αὐτοῦ πόλεμον τρέπει αὐτὸν καὶ καταδιώκει μέχρι Κυζίκου. ὁ δὲ τὴν Κύζικον καταλαβὼν καὶ εἰς δρόμωνα εἰσελθὼν διασώζεται ἐν τῇ πόλει.
Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), σελ. 417.26-32.
Η μάχη των Σάρδεων στο ιστορικό έργο του πατριάρχη Νικηφόρου
Τῷ δὲ ἑξῆς ἐπιγενομένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει, τὸν δ' αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρατεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία ἐσιαίνετο πικρῶς. καθ' ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αὐτῷ συμμίξας κραταιῶς ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦσαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς [πρὸς] τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας ἐπὶ τὸ Βυζάντιον ᾤχετο.
Νικηφόρος Πατριάρχης, Ιστορία Σύντομος, Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), σελ. 65.1-10.