Η επίδραση της θρησκείας της εβραϊκής κοινότητας του Αμορίου σε άλλες κοινότητες, σύμφωνα με βυζαντινή χρονογραφία:
ἤνεγκε μὲν οὖν αὐτὸν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμόριον οὕτω καλουμένη, ἐν ᾗ καὶ Ἰουδαίων καί τινων Ἀθιγγάνων πλῆθος ἀεί πως ἐγκατοικίζεται· καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τρόπον καὶ δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μετέσχεν ἐκ πατέρων διαδεξάμενος· αὕτη δὲ τοῦ μὲν θείου λουτροῦ ὡς σωτηριώδους ὄντος καὶ παρ’ αὐτοὺς διωμολογημένου τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σώζει φυλάττουσα κατὰ νόμον τὸν Μωσαϊκόν, πλὴν τῆς περιτομῆς.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker I. (επιμ.), Theophanes continuatus (Bonn 1838), 42, 8-17
Ο ανώνυμος συνεχιστής της χρονογραφίας του Θεοφάνη μιλά για την ευνοϊκή στάση του αυτοκράτορα Μιχαήλ Β΄ απέναντι στους Εβραίους της Μικράς Ασίας:
ὅσῳ δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε καὶ οἷόν τις θὴρ ἄγριος κατενέμετο, τοσούτῳ τοὺς Ἰουδαίους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐδείκνυεν, ἀγαπωμένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀνθρώπων διαφερόντως.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker I. (επιμ.), Theophanes continuatus (Bonn 1838), 48, 15-19
Ο Βυζαντινός ιστορικός Γενέσιος αναφέρεται στη διαμάχη μεταξύ Χριστιανών και Ιουδαίων στην πόλη του Αμορίου λίγο πριν από την άλωσή της τον Αύγουστο του 838:
εἶχεν μὲν οὖν, εἶχεν αὕτη κἂν δυστυχῶς ὑπερμαχοῦντας ἐντὸς τοὺς ἐκ βασιλέως σταλέντας, περιφανεῖς φρονήσει τε καὶ ἀνδρείᾳ καὶ πολυπειρίᾳ διηχουμένους, κἂν δι’ ενός τῶν κακούργων τῆς ὑπερμαχίας διέσφαλτο, τὴν προδοσίαν ἐπισκευάσαντος, ᾧ βοὸς ὑποκοριζόντως ὄνομα κατ’ ἀλογιστίαν προσεκέκλητο, ἔκ τινος τηνικαῦτα στασιώτιδος ἀνὰ μέσον Χριστιανῶν τε καὶ Ἰουδαίων συμβεβηκυίας προφάσεως.
Ιωσήφ Γενέσιος, Βασιλείαι, Lesmueller-Werner, A. – Thurn, I. (επιμ.), Iosephi Genesii Regum Libri Quattuor (Corpus Fontium Historiae Byzantinae 14, Berlin -New York 1978), 45, 67 - 46, 72
Βυζαντινό χρονογραφικό έργο περιγράφει το διωγμό που εξαπέλυσε εναντίον των Εβραίων της αυτοκρατορίας ο Βασίλειος Α΄ Μακεδών:
Εἰδὼς δὲ ὅτι ἐπ’ οὐδενὶ τοσοῦτον ὅσον ἐπὶ σωτηρίᾳ ψυχῶν ὁ θεὸς ἐπευφραίνεται, καὶ ὅτι ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα χρηματίζει Χριστοῦ, οὐδὲ περὶ τὸ ἀποστολικὸν τοῦτο ἔργον ἀμελὴς ἐφάνη καὶ ῥάθυμος, ἀλλὰ πρῶτον μὲν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπερίτμητόν τε καὶ σκληροκάρδιον, τὸ ὅσον ἐπ’ αὐτῷ, εἰς τὴν ὑποταγὴν σαγηνεύει Χριστοῦ· κελεύσας γὰρ αὐτοὺς τῆς οἰκείας θρησκείας τὰς ἀποδείξεις κομίζοντας εἰς διαλέξεις χωρεῖν καὶ ἢ δεικνύναι τὰ κατ’ αὐτοὺς ἰσχυρά τε καὶ ἀναντίρρητα, ἢ πειθομένους ὅτι κεφάλαιον τοῦ νόμου καὶ τῶν προφητῶν ὁ Χριστὸς ἦν καὶ ὅτι σκιᾶς τύπον εἶχεν ὁ νόμος, ἣ τῇ ἐπιλάμψει τοῦ ἡλιακοῦ φωτὸς διασκεδάζεται, προσέρχεσθαι τῇ τοῦ κυρίου διδασκαλίᾳ καὶ βαπτίζεσθαι, προσθεὶς δὲ καὶ ἀξιωμάτων τοῖς προσερχομένοις διανομὰς καὶ τοῦ βάρους τῶν προτέρων ἀπαλλάξας φόρων καὶ ἐπιτίμους ἐξ ἀτίμων ποιεῖν κατεπαγγειλάμενος, πολλοὺς τοῦ ἐπικειμένου καλύμματος τῆς πωρώσεως ἠλευθέρωσε καὶ πρὸς πίστιν εἵλκυσε τοῦ Χριστοῦ, εἰ καὶ πάλιν οἱ πλείους μετὰ την ἐκ τοῦ βίου τοῦ βασιλέως ἐπαναχώρησιν πρὸς τὸν οἰκεῖον ὡς κύνες ὑπέστρεψαν ἐμετόν.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker I. (επιμ.), Theophanes continuatus (Bonn 1838), 341, 8 - 342, 3