Ο ιστορικός Γεώργιος Παχυμέρης αναφέρεται στην τύφλωση του γιου του Αλεξίου Στρατηγόπουλου, Κωνσταντίνου, από τον Θεόδωρο Β΄ (1258):
Δύο μέντοι γε τῶν μεγιστάνων τῶν ὀμμάτων στερεῖ, ὧν ὁ μὲν εἷς υἱὸς ἦν τοῦ Στρατηγοπούλου Ἀλεξίου, ὁ Κωνσταντῖνος, ὃς ἠξιοῦτο καὶ κήδους—τὴν γὰρ ἀδελφιδῆν τοῦ βασιλέως Ἰωάννου, ἐκείνου διδόντος, εἶχε—περιφανοῦς καὶ μάλα λαμπροῦ, ἅτερος δὲ ὁ Φιλῆς ἦν Θεόδωρος.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymères. Relations historiques (CFHB 24/1-2, Paris 1984), σελ. 41.15-19.
Αναφορά του Παχυμέρη στις συνεχείς αποτυχίες του Στρατηγοπούλου εναντίον των δυνάμεων της Ηπείρου:
Ὁ μέντοι γε δεσπότης Μιχαήλ, νῦν μὲν καὶ ἀπὸ τούτων κολουθεὶς τῆς δυνάμεως—πλείστῃ γὰρ ἐχρᾶτο καὶ παρὰ τοῦ τῆς Ἀχαΐας πρίγκιπος τῇ συμμαχίᾳ—, ἔτι δὲ καὶ παρὰ τῶν ἀμφὶ τὸν τότε σεβαστοκράτορα Ἰωάννην τὸν Παλαιολόγον μεθ’ ὕστερον τὰ πολλὰ κακωθείς, ὡς καὶ ἐν στενῷ καταστῆναι πάμπαν τῶν τε χωρῶν καὶ αὐτῆς τῆς στρατιωτικῆς δυνάμεως, πέμψας πρὸς Μαφρέ, τὸν τῆς Πουλείας ῥῆγα καί γ’ ἐπὶ θυγατρὶ γαμβρὸν ἑαυτοῦ, καὶ πλείστην συμμαχίαν λαβών, παραδίδωσι τὰς δυνάμεις τῷ υἱῷ αὐτοῦ Νικηφόρῳ—συμπράττων κἀκεῖνος—, ὃς καί, συμβαλὼν περὶ τὴν Τρικόρυφον τοῖς ἀμφὶ τὸν καίσαρα καὶ μάχην συρράξας δεινήν, πλείστους τε πεσεῖν τῶν Νικαέων παρεσκεύασε, πλείστους τε καὶ ἄλλους οὓς μὲν φονεύσας, οὓς δὲ περισχών, καὶ αὐτὸν αἱρεῖ καίσαρα. Ὡς δ’ αὖθις σπονδῶν γενομένων ἐλύετο, τότε μὲν τὰ κατὰ τὴν πόλιν συμπράττει, περὶ ὧν αὐτίκα ῥηθήσεται, ὕστερον δ’ αὖθις τοῖς δυτικοῖς προσβαλὼν αἱρεῖται πάλιν καὶ τότε παρὰ τοῦ δεσπότου Μιχαὴλ πρὸς τὸν ῥῆγα Πουλείας τὸν Μαφρὲ ἀποστέλλεται καί γε τῇ παρ’ ἐκείνῳ δίδοται φυλακῇ· χρόνῳ δ’ ὕστερον τῆς δεσποίνης Ἄννης, ἀδελφῆς οὔσης Μαφρέ, ἀνταμείβεται.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymères. Relations historiques (CFHB 24/1-2, Paris 1984), σελ. 125.17-127.6.
Μεταγενέστερος Βυζαντινός ιστορικός περιγράφει τον θρίαμβο του Αλεξίου Στρατηγόπουλου μετά την ανακατάληψη της Βασιλεύουσας (1261):
Τρίτον, ἀντάξιον ἀποδοῦναι γέρας Ἀλεξίῳ τῷ Καίσαρι, ὅτι δι’ αὐτοῦ ῾Ρωμαίοις τὴν τῶν πόλεων βασιλεύουσαν ὁ θεὸς ἐχαρίσατο. τὸ δὲ ἦν θρίαμβον συγκροτηθῆναι πολυαθρωπότατον καὶ περιφανέστατον κελεύσει τοῦ αὐτοκράτορος καὶ ἐπὶ τούτῳ τὸν Καίσαρα πομπεῦσαι διὰ πάσης τῆς πόλεως, οὐ μόνον τοῖς τοῦ Καίσαρος παρασήμοις κοσμούμενον, ἀλλὰ πρὸς τούτοις καὶ στεφάνῳ πολυτελεῖ καὶ μικροῦ δέω λέγειν βασιλικῷ· ὃ δὴ καὶ γέγονε. προσετετάχει δ’ ἐπὶ τούτοις ὁ βασιλεὺς διὰ μνήμης καὶ τὸ τοῦ Καίσαρος ὄνομα ἄγεσθαι ὁμοῦ τοῖς τῶν βασιλέων ἐν τοῖς ὑμνητηρίοις καὶ εὐφήμοις ᾄσμασι πανταχῇ τῆς τῶν ῾Ρωμαίων ἐπικρατείας ἄχρις ἐνιαυτοῦ.
Νικηφόρος Γρηγοράς, Ρωμαϊκή Ιστορία, Bekker, I. - Schopen, L. (ed.), Nicephori Gregorae Historiae Byzantinae 1 (Bonn 1829), σελ. 89.3-13.