Ο Τζαχάς αυτοανακηρύσσεται βασιλιάς
Ἀλλ’ οὐ πολὺς παρεληλύθει καιρὸς καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης ἀπέστησεν, ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασήμοις βασιλέα ἑαυτὸν ὀνομάζων καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐτρεπίζει ἐφ’ ᾧ τάς τε νήσους αὖθις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτὴν δὲ εἰ δυνατὸν τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (CFHB, Berlin – New York 2001), IX. 1.2.
Η σκευωρία του σουλτάνου Κιλίτς Αρσλάν απαλλάσσει τους Βυζαντινούς από τον κίνδυνο του Τζαχά:
Ὁ δὲ σουλτὰν Κλιτζιασθλὰν δεξάμενος τὰ παρὰ τοῦ βασιλέως διαμηνυθέντα ἔργου εὐθὺς εἴχετο τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. Ἔγγιστα δὲ τούτου γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλοῖον δὲ οὐδαμοῦ μήπω τῶν παρ’ αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισθεισῶν μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν Κλιτζιασθλὰν στράτευμα, ἐν ἀμηχανίᾳ καθειστήκει. Πτοούμενος δὲ καὶ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐλογίσατο προσεληλυθέναι τῷ σουλτὰν ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτοῦ κατασκευασθεῖσαν τυρείαν. Ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. Τράπεζαν τοίνυν ὡς ἔθος ἑτοιμάσας καὶ συνδειπνῶν μετ’ αὐτοῦ ζωρότερον πίνειν τὸν Τζαχᾶν κατηνάγκαζεν. Ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. Καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ περὶ εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσβεύεται, καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρτε. Δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ, καὶ τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος τελεσθεισῶν ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἧσαν ὅρια.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (CFHB, Berlin – New York 2001), IX. 3.3-4.
Η σύντομη αναφορά του Ιωάννη Ζωναρά στον Τζαχά:
ἀλλ' ὁ Τζαχᾶς (Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν ἐπιφανῶν, δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς) διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην καὶ στόλον ἐν αὐτῇ ναυπηγεῖ, δι'οὗ τὴν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τὴν τε Ῥόδον ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πλείους ἄλλας τῶν νήσων. ἐξηλάθη δ' αὖθις αὐτῶν, στόλου Ῥωμαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι.
Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, επιμ. T. Büttner-Wobst, Ioannis Zonarae epitomae historiarum libri xviii, τ. 3 (CSHB, Bonn 1897), σελ. 736-7.